Add parallel Print Page Options

11 Γέγονα [a]ἄφρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ [b]ὑπομονῇ, σημείοις [c]τε καὶ τέρασιν καὶ δυνάμεσιν. 13 τί γάρ ἐστιν ὃ [d]ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.

14 Ἰδοὺ τρίτον [e]τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ [f]καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. [g]εἰ περισσοτέρως ὑμᾶς [h]ἀγαπῶν, ἧσσον ἀγαπῶμαι;

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:11 ἄφρων WH Treg NIV ] + καυχώμενος RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 ὑπομονῇ WH Treg NIV ] + ἐν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 τε WH NIV ] – Treg RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:13 ἡσσώθητε WH Treg NIV ] ἡττήθητε RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:14 τοῦτο WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:14 καταναρκήσω WH Treg NIV ] + ὑμῶν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:15 εἰ WH Treg NIV ] + καὶ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:15 ἀγαπῶν Treg NIV RP ] ἀγαπῶ WH